Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.101 Joseph. AJ 11.106 (English) >>Joseph. AJ 11.110

11.104

Ταῦθʼ εὑρὼν ἐν τοῖς ὑπομνήμασιν τοῖς Κύρου Δαρεῖος ἀντιγράφει τῷ Σισίννῃ καὶ τοῖς ἑταίροις αὐτοῦ τάδε λέγων· “βασιλεὺς Δαρεῖος Σισίννῃ τῷ ἐπάρχῳ καὶ Σαραβαζάνῃ καὶ τοῖς ἑταίροις αὐτῶν χαίρειν. τὸ ἀντίγραφον τῆς ἐπιστολῆς ὑμῖν ἧς ἐν τοῖς ὑπομνήμασιν εὗρον τοῖς Κύρου ἀπέσταλκα καὶ βούλομαι γίνεσθαι πάντα, καθὼς ἐν αὐτῇ περιέχει. 11.105ἔρρωσθε.” μαθόντες οὖν ἐκ τῆς ἐπιστολῆς Σισίννης καὶ οἱ σὺν αὐτῷ τὴν τοῦ βασιλέως προαίρεσιν ταύτῃ τὰ λοιπὰ ἀκόλουθα ποιεῖν διέγνωσαν. ἐπεστάτουν οὖν τῶν ἱερῶν ἔργων συλλαμβανόμενοι τοῖς πρεσβυτέροις τῶν Ἰουδαίων καὶ τῶν γερόντων ἄρχουσιν. 11.106καὶ ἠνύετο κατὰ πολλὴν σπουδὴν κατασκευὴ τοῦ ναοῦ προφητευόντων Ἀγγαίου καὶ Ζαχαρίου κατὰ πρόσταγμα τοῦ θεοῦ καὶ μετὰ βουλήσεως Κύρου τε καὶ Δαρείου τῶν βασιλέων, ᾠκοδομήθη δὲ ἐν ἔτεσιν ἑπτά. 11.107τοῦ δʼ ἐνάτου τῆς Δαρείου βασιλείας ἔτους εἰκάδι καὶ τρίτῃ μηνὸς δωδεκάτου, ὃς καλεῖται παρὰ μὲν ἡμῖν Ἄδαρ παρὰ δὲ Μακεδόσιν Δύστρος, προσφέρουσιν θυσίας οἵ τε ἱερεῖς καὶ Λευῖται καὶ τὸ ἄλλο τῶν Ἰσραηλιτῶν πλῆθος ἀνανεωτικὰς τῶν πρότερον ἀγαθῶν μετὰ τὴν αἰχμαλωσίαν τοῦ τὸ ἱερὸν ἀνακαινισθὲν ἀπειληφέναι ταύρους ἑκατὸν κριοὺς διακοσίους ἄρνας τετρακοσίους χιμάρους δώδεκα κατὰ φυλήν, τοσαῦται γάρ εἰσιν αἱ τῶν Ἰσραηλιτῶν φυλαί, ὑπὲρ ὧν ἥμαρτεν ἑκάστη.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.101 Joseph. AJ 11.106 (English) >>Joseph. AJ 11.110

Powered by PhiloLogic